Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.31 Dem. 45.34 (English) >>Dem. 45.38

45.33ἔστιν οὖν ὅστις ἂν τοῦ ξύλου καὶ τοῦ χωρίου καὶ τῶν γραμματείων τοσαύτην ὑπέμεινε φέρειν μίσθωσιν; ἔστι δʼ ὅστις ἄν, διʼ ὃν ὠφειλήκει τοσαῦτα χρήμαθʼ τράπεζα, τούτῳ τὰ λοίπʼ ἐπέτρεψεν; εἰ γὰρ ἐνεδέησεν τοσούτων χρημάτων, τούτου διοικοῦντος ἐνεδέησεν. ἴστε γὰρ πάντες, καὶ ὅτʼ ἦν πατὴρ ἐπὶ τοῦ τραπεζιτεύειν, τοῦτον καθήμενον καὶ διοικοῦντʼ ἐπὶ τῇ τραπέζῃ, ὥστʼ ἐν τῷ μυλῶνι προσῆκεν αὐτὸν εἶναι μᾶλλον τῶν λοιπῶν κύριον γενέσθαι. ἀλλʼ ἐῶ ταῦτα καὶ τἄλλʼ ὅσʼ ἂν περὶ τῶν ἕνδεκα ταλάντων ἔχοιμʼ εἰπεῖν, ὡς οὐκ ὤφειλεν πατήρ, ἀλλʼ οὗτος ὑφῄρηται. 45.34ἀλλʼ οὗ ἀνέγνων εἵνεκα, τοῦ τὴν διαθήκην ψευδῆ δεῖξαι, τοῦθʼ ὑμᾶς ἀναμνήσω. γέγραπται γὰρ αὐτόθι, “μὴ ἐξεῖναι δὲ τραπεζιτεύειν Φορμίωνι, ἐὰν μὴ ἡμᾶς πείσῃ.” τοῦτο τοίνυν τὸ γράμμα παντελῶς δηλοῖ ψευδῆ τὴν διαθήκην οὖσαν. τίς γὰρ <ἂν> ἀνθρώπων, μὲν ἔμελλεν τραπεζιτεύων οὗτος ἐργάζεσθαι, ταῦθʼ ὅπως ἡμῖν τοῖς αὑτοῦ παισίν, ἀλλὰ μὴ τούτῳ γενήσεται προὐνοήθη, καὶ διὰ τοῦτο μὴ ἐξεῖναι τούτῳ τραπεζιτεύειν ἔγραψεν, ἵνα μὴ ἀφιστῆται ἀφʼ ἡμῶν· δʼ αὐτὸς εἰργασμένος ἔνδον κατέλειπε, ταῦθʼ ὅπως οὗτος λήψεται παρεσκεύασε; 45.35καὶ τῆς μὲν ἐργασίας ἐφθόνησεν, ἧς οὐδὲν αἰσχρὸν ἦν μεταδοῦναι· τὴν δὲ γυναῖκʼ ἔδωκεν, οὗ μεῖζον οὐδὲν ἂν κατέλιπεν ὄνειδος, τυχών γε τῆς παρʼ ὑμῶν δωρεᾶς, εἶθʼ ὥσπερ ἂν δοῦλος δεσπότῃ διδούς, ἀλλʼ οὐ τοὐναντίον, εἴπερ ἐδίδου, δεσπότης οἰκέτῃ, προστιθεὶς προῖκα ὅσην οὐδεὶς τῶν ἐν τῇ πόλει φαίνεται;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.31 Dem. 45.34 (English) >>Dem. 45.38

Powered by PhiloLogic